Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.31 Dem. 44.33 (English) >>Dem. 44.37

44.32ἐπειδὴ γὰρ ἐτελεύτησεν Λεωκράτης καὶ ταφὴ ἐγένετο αὐτῷ, πορευομένων ἡμῶν εἰς τὰ κτήματα διὰ τὸ ἄπαιδά τε τὸν ἄνδρα καὶ ἄγαμον τετελευτηκέναι, ἐξήγαγε Λεώστρατος οὑτοσὶ φάσκων αὑτοῦ εἶναι. καὶ ὅτι μὲν ποιεῖν τι τῶν νομιζομένων ἐκώλυσεν ἡμᾶς τῷ τετελευτηκότι, πατὴρ ὢν αὐτὸς ἐκείνου, ἴσως ἔχει λόγον, καίπερ ὄντος παρανόμου τοῦ ἔργου· τῷ γὰρ φύσει ὄντι πατρὶ τῆς ταφῆς τὴν ἐπιμέλειαν παραδίδοσθαι εἰκός ἐστιν, ἔπειτα μέντοι καὶ τοῖς οἰκείοις ἡμῖν, ὧν ἦν συγγενὴς κατὰ τὴν ποίησιν τετελευτηκώς. 44.33ἐπεὶ δὲ τὰ νομιζόμενα ἐγένετο, κατὰ ποῖον νόμον φανεῖται ἐρήμου ὄντος τοῦ οἴκου τοὺς ἐγγυτάτω γένους ἡμᾶς ἐξαγαγὼν ἐκ τῆς οὐσίας; ὅτι νὴ Δία πατὴρ ἦν τοῦ τετελευτηκότος. ἀπεληλυθώς γʼ εἰς τὸν πατρῷον οἶκον καὶ οὐκέτι τῆς οὐσίας ἐφʼ ἐγκατέλιπεν τὸ υἱόν, κύριος ὤν· εἰ δὲ μή, τί τῶν νόμων ὄφελος; 44.34γενομένης οὖν τῆς ἐξαγωγῆς, ἵνα τὰ πλεῖστα παραλίπω, ἐλάχομεν πρὸς τὸν ἄρχοντα τοῦ κλήρου, οὔτε γόνῳ, ὥσπερ εἶπον, <υἱέος> οὐδενὸς ὄντος τῷ τετελευτηκότι, οὔτʼ εἰσποιητοῦ γεγενημένου κατὰ τοὺς νόμους. μετὰ δὲ ταῦτα Λεώστρατος οὑτοσὶ παρακαταβάλλει ὡς υἱὸς Ἀρχιάδου ἐκείνου, οὐκ ἐπιλογισάμενος οὔθʼ ὅτι ἐπανεληλύθει εἰς τοὺς Ἐλευσινίους, οὔθʼ ὅτι οἱ εἰσποιητοὶ οὐκ αὐτοὶ ὑφʼ αὑτῶν, ἀλλʼ ὑπὸ τῶν εἰσποιουμένων καθίστανται·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.31 Dem. 44.33 (English) >>Dem. 44.37

Powered by PhiloLogic